Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.23 Dem. 38.26 (English) >>Dem. 38.28

38.25τάχα τοίνυν ἴσως καὶ τριηραρχίας ἐροῦσι, καὶ τὰ ὄνθʼ ὡς ἀνηλώκασιν εἰς ὑμᾶς. ἐγὼ δʼ ὅτι μὲν ψεύσονται, καὶ πόλλʼ ἀπολωλεκότες τῶν ὄντων αὑτοῖς, μικρὰ τῆς πόλεως μετειληφυίας, οὐ δικαίαν οὐδὲ γιγνομένην χάριν ἀξιώσουσι κομίζεσθαι παρʼ ὑμῶν, ἐάσω. ἀξιῶ δὲ καὶ αὐτός, ἄνδρες δικασταί, εἶναι τοῖς λῃτουργοῦσιν ὑμῖν ἅπασιν χάριν τινʼ ὑπάρχουσαν παρʼ ὑμῶν. τίσιν δὲ μεγίστην; τοῖς μὲν χρήσιμον τῇ πόλει τοῦ πράγματός ἐστι ποιοῦσιν, δʼ αἰσχρὸν ἅπαντες ἂν εἶναι φήσαιεν καὶ ὄνειδος, μὴ κατασκευάζουσιν. 38.26οἱ μὲν τοίνυν μετὰ τοῦ λῃτουργεῖν τὰ σφέτερʼ αὐτῶν διεφθαρκότες τὴν βλασφημίαν ἀντὶ τῆς χρείας τῇ πόλει καταλείπουσιν (οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ κατηγόρησεν πώποτε, ἀλλʼ ὡς πόλις τὰ ὄντʼ ἀφῄρηται λέγειοἱ δʼ ὅσα μὲν προστάττεθʼ ὑμεῖς ποιοῦντες προθύμως, τῇ περὶ τἄλλα δὲ σωφροσύνῃ τὰ ὄντα σῴζοντες, οὐ μόνον κατὰ τοῦτʼ ἐκείνων πλεονεκτοῖεν ἂν εἰκότως, ὅτι καὶ γεγόνασιν χρήσιμοι καὶ ἔσονται, ἀλλʼ ὅτι καὶ χωρὶς ὀνείδους ταῦτα παρʼ αὐτῶν ὑμῖν γίγνεται. ἡμεῖς μὲν τοίνυν τοιοῦτοι εἰς ὑμᾶς ἅπαντες φανούμεθʼ ὄντες· τούτους δʼ ἐάσω, μή με φῶσιν κακῶς αὑτοὺς λέγειν.

38.27οὐ τοίνυν θαυμάσαιμʼ ἄν, εἰ καὶ δακρύειν καὶ ἐλεινοὺς ἑαυτοὺς πειρῷντο ποιεῖν. ἐγὼ δʼ ἀξιῶ πρὸς ταῦθʼ ὑπολαμβάνειν ἅπαντας ὑμᾶς, ὅτι τῶν αἰσχρῶν ἐστι, μᾶλλον δʼ οὐδὲ δικαίων, τὰ μὲν ὄντα κατεσθίοντας καὶ παροινοῦντας μετʼ Ἀριστοκράτους καὶ Διογνήτου καὶ τοιούτων ἑτέρων αἰσχρῶς καὶ κακῶς ἀνηλωκέναι, τὰ δʼ ἀλλότριʼ ὥστε λαβεῖν, δακρύειν νυνὶ καὶ κλάειν. ἐπʼ ἐκείνοις ἐκλάετʼ ἄν, οἷς ἐποιεῖτε, δικαίως. νῦν δʼ οὐ δεῖ δακρύειν, ἀλλʼ ὡς οὐκ ἀφήκατε δεικνύναι, ὡς εἰσὶν ὧν ἀφήκατʼ αὖθις ὑμῖν δίκαι, ὡς εἰκοστῷ λαγχάνειν ἔτει δίκαιόν ἐστι, τοῦ νόμου πέντʼ ἔτη τὴν προθεσμίαν δεδωκότος· ταῦτα γάρ ἐστιν ὑπὲρ ὧν οὗτοι δικάζουσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.23 Dem. 38.26 (English) >>Dem. 38.28

Powered by PhiloLogic